Ancient Greek
8.28 to 8.29
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.28-29
Not analysed yet
Τούτων αὐτὸν εἵνεκα τῶν κατορθωμάτων ὁ Πύθιος ξυνέταξε τοῖς θεοῖς. Καὶ Ἀδριανὸν δὲ τὸν Ῥωμαίων βασιλέα φασὶν Ἀντίνοον, παιδικὰ γενόμενον αὐτοῦ, θεὸν ἀναγορεῦσαι καὶ νεὼν οἰκοδομῆσαι καὶ θείας ἀξιοῦσθαι παρὰ τῶν ὑπηκόων προστάξαι τιμῆς. Καὶ τὰ Ὑακίνθια δὲ οἱ Σπαρτιάται ἑορτὴν μεγίστην καὶ δημοθοινίαν ἐνόμιζον. Τί δήποτε τοίνυν οἱ τοσούτους νεκροὺς ὠνομακότες θεοὺς νεμεσᾶτε ἡμῖν, οὐ θεοποιοῦσιν, ἀλλὰ τιμῶσι τοὺς μάρτυρας, ὡς Θεοῦ γε μάρτυρας καὶ εὔνους θεράποντας; ἀνθ' ὅτου δὲ μολυσμοῦ τινος μεταλαμβάνειν νομίζετε τὸν ταῖς θήκαις τῶν τεθνεώτων πελάζοντα; ἀνοίας γὰρ ταῦτα καὶ ἀμαθίας ἐσχάτης.