Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.34
Not analysed yet
Εἶτα ἐξηγεῖται, ὅπως ὁ τῶν ψυχῶν ξυνέθεεν ὅμιλος καὶ μεταλαβεῖν ἠπείγετο τῶν χοῶν. Καὶ τί λέγω τὸν ποιητήν; Ἀριστοκλῆς γὰρ ὁ Περιπατητικὸς Λύκωνα φάναι τὸν Πυθαγορικὸν ἔφη, ὡς Ἀριστοτέλης ὁ Νικομάχου θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην εἰώθει προσφέρειν, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι. Ἡμεῖς δέ, ὦ ἄνδρες, οὔτε θυσίας, οὔτε μὴν χοὰς τοῖς μάρτυσιν ἀπονέμομεν, ἀλλ' ὡς θείους καὶ θεοφιλεῖς γεραίρομεν ἄνδρας. Οὕτω γὰρ τοῦ πεποιηκότος καὶ σεσωκότος ἠράσθησαν, ὡς τὴν ὑπὲρ αὐτοῦ σφαγὴν ὑπολαβεῖν ἀξιέραστον. Εἰ δὲ ἀναισθήτως αὐτοὺς ἔχειν τῶν γινομένων νομίζετε καὶ