Ancient Greek
8.35 to 8.36
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.35-36
Not analysed yet
μὴ θείας τινὸς καὶ τρισολβίας ὄντως λήξεως ἀπολαῦσαι, Πίνδαρος ὁ λυρικὸς ταύτην ὑμῶν ἐκβαλέτω τὴν δόξαν, λέγων ὡδί· ψυχαὶ δ' . . . εὐσεβῶν, ἐν οὐρανοῖς ναίουσαι, μολπαῖς μάκαρα μέγαν ἀείδουσ' ἐν ὕμνοις. Εἰ δὲ τῶν εὐσεβῶς βεβιωκότων οὐρανὸς ἐνδιαίτημα, ταύτην ἔχουσι τὴν λῆξιν οἱ μάρτυρες· τούτων γὰρ οὐδὲν εὐσεβέστερον· καὶ Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος οὕτω φησίν· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι.