Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.37
Not analysed yet
Εἰ δὲ μάντεις καὶ ἰατροὺς τοσαύτης ἔφησεν ἐκεῖνος ἀξιοῦσθαι τιμῆς, τί ἂν εἴποι τις περὶ τῶν τοσαύτην ἐπιδειξαμένων ὑπὲρ εὐσεβείας ἀνδρείαν, οἷς τοὖργον οὐ μόνον ἀνδρείαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ σοφίαν καὶ φρόνησιν μαρτυρεῖ; τί γὰρ σωφρονέστερον τῶν οὐκ ἀνασχομένων ἐκείνων ἐκστῆναι, ἅπερ ἐξ ἀρχῆς εὖ ἔχειν ὑπέλαβον; τί δὲ δικαιότερον τῶν τὰς θείας εὐεργεσίας ἀμειψαμένων σφαγῇ καὶ τὰ σώματα ἐκδεδωκότων ὑπὲρ τοῦ τὸ σῶμα παραδεδωκότος σταυρῷ;