Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.41
Not analysed yet
τιμητέον δ' ἄρα καὶ τοὺς Πεισιστρατίδας ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἐνδίκως ἀναιρεθέντας. Ἀλλὰ τοὐναντίον ἔδρασαν Ἀθηναῖοι· τοὺς γὰρ ἀνελόντας χαλκαῖς εἰκόσιν ἐτίμησαν καὶ τῷ γένει τῷ τούτων ἀτέλειαν ἐδωρήσαντο. Οὔκουν πάντας ἀρηϊφάτους κατὰ τὸν Ἡράκλειτον τιμητέον, ἀλλ' ἐκείνους, οἳ τὸν ὑπὲρ τῆς εὐσεβείας ἀσπασίως κατεδέξαντο θάνατον· ἐκεῖνοι γὰρ ἀληθῶς, κατά γε τοῦτον αὐτόν, μόνοι μείζονες. Οὗ δὴ εἵνεκα καὶ μείζονος ἀπολαύουσι μοίρας, καὶ νῦν τὸ παρὰ πάντων ἀνθρώπων κομιζόμενοι γέρας καὶ τοὺς αἰωνίους στεφάνους προσμένοντες. Ἐκεῖνο δὲ τοῦ Ἡρακλείτου μάλα θαυμάζω, ὅτι «μένει τοὺς ἀνθρώπους ἀποθνῄσκοντας, ὅσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν».