Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.42
Not analysed yet
Ὅτι δὲ καὶ θείας λήξεως ἀπολαύουσιν αἱ τῶν ὁσίων ψυχαί, καὶ ὁ Πλάτων δεδήλωκεν ἐν τῷ Φαίδωνι, λέγων ὡδί· «Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίου, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι.» Προστέθεικε δὲ μετ' ὀλίγα καὶ ταῦτα· «Καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.»