Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.50
Not analysed yet
Ὅτι δὲ τοῖς δικαίοις ὕβρεις καὶ λοιδορίας καὶ αἰκίας καὶ μάστιγας κατὰ τὸν παρόντα βίον ξυνεκλήρωσε τῶν ὅλων ὁ πρύτανις, καὶ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ξυγγέγραφεν· «Οὕτω» γάρ φησι «διακείμενος ὁ δίκαιος αἰκισθήσεται, στρεβλωθήσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται.» Οὐκοῦν τρισάθλιοι μὲν οἱ ταῦτα ποιοῦντες, τρισόλβιοι δὲ οἱ πάσχοντες;