Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.49
Not analysed yet
Τοῦτο γὰρ δὴ καὶ τῶν φιλοσόφων ὁ κορυφαῖος ἐν τῇ Ἐπινομίδι δεδήλωκεν· ἔφη γάρ· «Οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων. Μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων.» Ἀτεχνῶς δέ γε τοῦτο ἔοικε τοῖς ὑπὸ τῆς θείας εἰρημένοις γραφῆς· «Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ» καὶ «φῶς δικαίοις διαπαντός», καὶ «ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ» καὶ τὰ τούτοις προσόμοια.