Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.54
Not analysed yet
Καὶ πάλιν μετ' ὀλίγα· «Τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι, μὴ ὄντα.» Καὶ αὖθις μετὰ βραχέα· «Πρὸ γοῦν τῶν κακῶν, ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει, οὐ φοβηθήσομαι οὐδὲ φεύξομαι.» Καὶ πάλιν· «Τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη καὶ τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν.»