Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.55
Not analysed yet
Αὐτοῦ δέ, ὦ φίλοι ἄνδρες, καὶ ταῦτα· «Ἐμὲ γὰρ οὐδὲν βλάψειεν ἂν οὔτε Μέλητος οὔτε Ἄνυτος. Οὐδὲ γὰρ ἂν δύναιντο· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι βελτίονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. Ἀποκτείνειε μέντ' ἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμάσειεν· ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται εἶναι καὶ ἄλλος τίς που μεγάλα κακά· ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὗτος νυνὶ ποιεῖ, ἄνδρα ἀδίκως ἐπιχειρῶν ἀποκτιννύναι.»