Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.59
Not analysed yet
οὐδὲ μὴν ἐκεῖνοι οἱ τὰ λαμπρὰ καὶ πολυθρύλητα στήσαντες τρόπαια, οὐ Μιλτιάδης, οὐ Κίμων, οὐ Περικλῆς, οὐ Θεμιστοκλῆς, οὐκ Ἀριστείδης ὁ Λυσιμάχου· καίτοι οὗτος οὐκ ἀνδρεῖος μόνον, ἀλλὰ καὶ δίκαιος ἐνενόμιστο· ἀλλ' ὅμως οὔτε οὗτος οὔτε Βρασίδας ὁ Σπαρτιάτης, οὐκ Ἀγησίλαος, οὐ Λύσανδρος ὁ τὴν δυναστείαν καταλύσας τῶν Ἀθηναίων, οὐ Πελοπίδας ὁ Βοιωτάρχης, οὐκ Ἐπαμεινώνδας ὁ τὴν Λακωνικὴν ληϊσάμενος καὶ τῇ Σπάρτῃ προσενεγκεῖν τὴν στρατιὰν τολμήσας, οὐχ οἱ Ῥωμαίων περιφανέστατοι στρατηγοί, ὁ Σκιπίων ὁ πρῶτος, ὁ ἐκείνου ὁμώνυμος, ὁ Κάτων, ὁ Σύλλας, ὁ Μάριος, ὁ Πομπήϊος, ὁ Καῖσαρ αὐτός.