Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.60
Not analysed yet
Τούτων γὰρ ἕκαστος ἐν μὲν ταῖς στρατηγίαις καὶ ταῖς ἐν πολέμοις ἀνδραγαθίαις διέπρεψε, τοῦ δὲ τῶν μαρτύρων οὐ μετέλαχε γέρως. Καὶ τί λέγω τοὺς στρατηγούς; οὐδὲ γὰρ οἱ τῆς οἰκουμένης βεβασιλευκότες ταύτης ἀπέλαυσαν τῆς τιμῆς, οὐ Κῦρος, οὐ Δαρεῖος, οὐ Ξέρξης, οὐκ Ἀλέξανδρος ὁ Φιλίππου—τοὺς γὰρ ἐπισήμους καταλέγω μόνους—, οὐκ Αὔγουστος, οὐκ Οὐεσπασιανός, οὐ Τραϊανός, οὐκ Ἀδριανός, οὐκ Ἀντωνῖνος· ἀλλ' οὗτοι πάντες ζῶντες μὲν ἦσαν περίβλεπτοι καὶ τοὺς βαρβάρους ἐνίκων καὶ μετὰ τὰς νίκας πομπὰς ἐπετέλουν καὶ ἑορτάς, ἐπειδὴ δὲ ἐτελεύτησαν, οὐδὲν τῶν πολλῶν διαφέρουσιν·