Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.6
Not analysed yet
Ἄγανται δὲ διαφερόντως ἅπαντες καὶ θαυμάζουσιν, ὅτι δὴ καὶ τεθνεῶτες ἐπιτελοῦσιν, ἅπερ δὴ καὶ περιόντες εἰώθεσαν ἐνεργεῖν, μᾶλλον δὲ πολλῷ μείζονα καὶ λαμπρότερα τὰ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν παρ' ἐκείνων τελούμενα. Ἡνίκα μὲν γὰρ μετὰ τῶν σωμάτων ἐπολιτεύοντο, νῦν μὲν παρὰ τούτους, νῦν δὲ παρ' ἐκείνους ἐφοίτων, καὶ ἄλλοτε μὲν Ῥωμαίοις, ἄλλοτε δὲ Ἱσπανοῖς ἢ Κελτοῖς διελέγοντο· ἐπειδὴ δὲ πρὸς ἐκεῖνον ἐξεδήμησαν, ὑφ' οὗ κατεπέμφθησαν, ἅπαντες αὐτῶν ἐνδελεχῶς ἀπολαύουσιν, οὐ μόνον Ῥωμαῖοι, καὶ ὅσοι γε τὸν τούτων ἀγαπῶσι ζυγὸν καὶ ὑπὸ τούτων ἰθύνονται, ἀλλὰ καὶ Πέρσαι καὶ Σκύθαι καὶ Μασσαγέται καὶ Σαυρομάται καὶ Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ ξυλλήβδην εἰπεῖν ἅπαντα τῆς οἰκουμένης τὰ τέρματα.