Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.7
Not analysed yet
Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην. Οὐ μόνον δὲ τῆς Ἑλληνικῆς ταῦτα κομψείας γεγύμνωται, ἀλλὰ καὶ τῶν πραγμάτων, ὧν πέρι διδάσκει, τὴν φύσιν οὐ σεμνήν τινα ἔχει καὶ περιφανῆ καὶ περίβλεπτον.