Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.63
Not analysed yet
Εἰς δὲ τούτους οὐχ ἅπαξ ἢ δίς γε τοῦ ἔτους ἢ πεντάκις φοιτῶμεν, ἀλλὰ πολλάκις μὲν πανηγύρεις ἐπιτελοῦμεν, πολλάκις δὲ ἡμέρας ἑκάστης τῷ τούτων δεσπότῃ τοὺς ὕμνους προσφέρομεν. Καὶ οἱ μὲν ὑγιαίνοντες αἰτοῦσι τῆς ὑγείας τὴν φυλακήν, οἱ δέ τινι νόσῳ παλαίοντες τὴν τῶν παθημάτων ἀπαλλαγήν· αἰτοῦσι δὲ καὶ ἄγονοι παῖδας, καὶ στέριφαι παρακαλοῦσι γενέσθαι μητέρες, καὶ οἱ τῆσδε τῆς δωρεᾶς ἀπολαύσαντες ἀξιοῦσιν ἄρτια σφίσι φυλαχθῆναι τὰ δῶρα· καὶ οἱ μὲν εἴς τινα ἀποδημίαν στελλόμενοι λιπαροῦσι τούτους ξυνοδοιπόρους γενέσθαι καὶ τῆς ὁδοῦ ἡγεμόνας· οἱ δὲ τῆς ἐπανόδου τετυχηκότες τὴν τῆς χάριτος ὁμολογίαν προσφέρουσιν, οὐχ ὡς θεοῖς αὐτοῖς προσιόντες, ἀλλ' ὡς θείους ἀνθρώπους ἀντιβολοῦντες καὶ γενέσθαι πρεσβευτὰς ὑπὲρ σφῶν παρακαλοῦντες.