Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.62
Not analysed yet
Καίτοι τινὲς τῶν ἀνοήτων καὶ θεοὺς σφᾶς ἀνηγόρευσαν καὶ νεὼς ἑαυτοῖς ἐδομήσαντο. Καὶ γὰρ Ἀντίοχος ἐπεκλήθη θεός, καὶ Γάϊος ὁ Τιβερίου διάδοχος, καὶ Οὐεσπασιανὸς καὶ Ἀδριανὸς μεγίστους ἑαυτοῖς νεὼς ᾠκοδόμησαν, ἀλλὰ ξὺν τῇ ζωῇ καὶ τὴν δυσσεβῆ τιμὴν ἀφῃρέθησαν. Οἱ δὲ τῶν καλλινίκων μαρτύρων σηκοὶ λαμπροὶ καὶ περίβλεπτοι καὶ μεγέθει διαπρεπεῖς καὶ παντοδαπῶς πεποικιλμένοι καὶ κάλλους ἀφιέντες μαρμαρυγάς.