Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.65
Not analysed yet
Ταῦτα δὲ κηρύττει τῶν κειμένων τὴν δύναμιν· ἡ δὲ τούτων δύναμις τὸν τούτων Θεὸν ἀληθινὸν ἀποφαίνει Θεόν. Ἐξετάσωμεν γάρ, τίνες καὶ πόθεν οἱ ταύτης ἀξιωθέντες τῆς χάριτος. Ἆρά τινες ἐπίσημοι καὶ περιφανεῖς ἢ γένους αὐχοῦντες λαμπρότητα ἢ τοῖς τοῦ πλούτου περιρρεόμενοι ῥεύμασιν ἢ ἐκ δυναστείας τινὸς γενόμενοι γνώριμοι; Οὐδαμῶς, ὦ ἄνδρες.