Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.66
Not analysed yet
Τούτων γὰρ οὐδενὸς μετεσχήκασιν, ἀλλ' ἰδιῶται ἦσαν ἢ στρατιῶται, τινὲς δὲ αὐτῶν καὶ οἰκέται γεγένηνται καὶ θεραπαινίδες, ἐν ἀσθενέσι δ' ἄγαν σώμασι γενναίως ἀγωνισάμεναι· καὶ αἱ μὲν σωφρόνως ἕλκουσαι τὸν τοῦ γάμου ζυγόν, αἱ δὲ τί γάμος οὐκ ἐπιστάμεναι. Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημένους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι· πολλοὶ δὲ καὶ ἱερεῖς καὶ νεωκόροι τὰ κατὰ τῆς ἀσεβείας ἀνέστησαν τρόπαια.