Ancient Greek
8.67 to 8.68
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.67-68
Not analysed yet
Ἐκ τοιούτων ἀνδρῶν καὶ γυναικῶν ξυνέστησαν οἱ τῶν μαρτύρων χοροί. Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέδονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλλον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα· καὶ τοῖς παισὶ δὲ τὰς τούτων προσηγορίας ἐπιτιθέναι σπουδάζουσιν, ἀσφάλειαν αὐτοῖς ἐντεῦθεν καὶ φυλακὴν μηχανώμενοι. Καὶ τί λέγω φιλοσόφους καὶ βασιλέας καὶ στρατηγούς; καὶ γὰρ αὐτῶν τῶν καλουμένων θεῶν τὴν μνήμην ἐκ τῆς τῶν ἀνθρώπων ἐξήλειψαν διανοίας. Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς.