Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.14
Not analysed yet
Πολλοὶ δὲ καὶ τὸν τῆς δουλείας δεξάμενοι χαλινόν, βιοτεύειν κατὰ τοὺς τούτων οὐκ ἀνέχονται νόμους. Οὔτε γὰρ Αἰθίοπες οἱ Θηβῶν τῶν Αἰγυπτίων ὁμοτέρμονες οὔτε τὰ πάμπολλα φῦλα τοῦ Ἰσμαήλ, οὐ Λαζοί, οὐ Σάννοι, οὐκ Ἀβασγοί, οὐχ οἱ ἄλλοι βάρβαροι, ὅσοι τὴν Ῥωμαίων ἀσπάζονται δεσποτείαν, κατὰ τοὺς Ῥωμαίων νόμους τὰ πρὸς ἀλλήλους ποιοῦνται ξυμβόλαια.