Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.13
Not analysed yet
φράσαντες, καὶ μέντοι καὶ Λακεδαιμόνιοι καὶ Λοκροὶ καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι δὲ Ἕλληνες κατὰ τοὺς Ῥωμαίων πολιτεύονται νόμους. Καὶ Ῥωμαῖοι δὲ τοὺς παρ' Ἕλλησι καὶ βαρβάροις ξυναθροίσαντες νόμους καὶ τοὺς ἄριστα κεῖσθαι δόξαντας παρ' ἑκάστου νομοθέτου λαβόντες, ὅσαπερ ἔθνη τὸν τούτων ὑπεισῆλθε ζυγόν, δουλεύειν τοῖσδε τοῖς νόμοις ἠνάγκασαν, τοὺς δὲ παρ' αὐτῶν οὐ βουληθέντας ἰθύνεσθαι οὔτε ἔπεισαν οὔτε ἠνάγκασαν τὴν σφῶν πολιτείαν ἀσπάσασθαι.