Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.16
Not analysed yet
δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες παροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστηρίων δεχόμενοι. Εὐεργέτας γάρ τοι ὄντας καὶ σωτῆρας καὶ ἰατρούς, ὡς ἐπιβούλους καὶ πολεμίους οἱ μὲν ἐξήλαυνον, οἱ δὲ καὶ κατέλευον, οἱ δὲ πέδαις καὶ ποδοκάκαις ἐδέσμουν, καὶ τοὺς μὲν αὐτῶν ἀπετυμπάνισαν, τοὺς δὲ ἀνεσκολόπισαν, τοὺς δὲ θηρίοις παρέδοσαν. Ἀλλὰ τοὺς μὲν νομοθέτας κατηκόντισαν, τὸ δὲ τῶν νόμων οὐ κατέλυσαν κράτος· πολλῷ γὰρ ἰσχυρότεροι μετὰ τὴν ἐκείνων ἀπεφάνθησαν τελευτήν.