Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.17
Not analysed yet
Πρὸς γάρ τοι Πέρσας καὶ Σκύθας καὶ τἄλλα βάρβαρα ἔθνη μετὰ τὴν ἐκείνων οἱ νόμοι διέβησαν τελευτήν· καὶ πάντων πολεμούντων, οὐ μόνον βαρβάρων, ἀλλὰ καὶ αὐτῶν γε Ῥωμαίων, διέμειναν τὸ ἴσον ἔχοντες κράτος· καὶ πάντα κάλων Ῥωμαῖοι κινήσαντες, ὥστε τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι τὴν μνήμην, λαμπροτέραν αὐτὴν καὶ περιφανεστέραν ἀπέφηναν· καὶ τοὺς μὲν Λυκούργου καὶ Σόλωνος καὶ Ζαλεύκου καὶ Χαρώνδου καὶ Μίνωος καὶ τῶν ἄλλων νομοθετῶν ἀργεῖν προσέταξαν νόμους, καὶ ἀντεῖπε τῶν ὑπ' ἐκείνοις πολιτευσαμένων οὐδείς, ἀλλ' ὁ λόγος ἐγένετο νόμος· καὶ ἀπέσβη μὲν τῶν πολυθρυλήτων νομοθετῶν ἡ μνήμη, οἱ δὲ Ῥωμαίων νόμοι τὰς τῶν Ἑλλήνων ἰθύνουσι πόλεις. Καὶ ἀργεῖ μὲν παρ' Ἀθηναίοις ὁ Ἄρειος