Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.19
Not analysed yet
Ὁ γάρ τοι Λυκοῦργος, τῶν νομοθετῶν ὁ ἄριστος, ὡς δοκεῖ τοῖς τῶν Ἑλλήνων σοφοῖς, διηγόρευσεν ἐν τοῖς νόμοις, ὡς οἱ τὴν Λακεδαιμονίων πολιτείαν ξυγγεγραφότες φασίν, ἐξεῖναι καὶ ἀνδράσι καὶ γυναιξὶν ἤδη δεξαμένοις τὸν τοῦ γάμου ζυγόν, ταῖς μὲν ἐξ ἄλλων ἀνδρῶν, τοῖς δὲ ἐκ γυναικῶν ἑτέροις ἀνδράσι ξυνεζευγμένων ποιεῖσθαι παῖδας ἀδεῶς μιγνυμένοις· καὶ τούτους τεθαύμακε τοὺς νόμους ὁ Πλάτων, καὶ τὴν ὑπ' αὐτοῦ διαπλασθεῖσαν πόλιν κατὰ τούτους προσέταξε πολιτεύεσθαι.