Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.18
Not analysed yet
πάγος καὶ ἡ Ἡλιαία καὶ τὸ ἐπὶ Δελφινίῳ δικαστήριον καὶ ἡ τῶν πεντακοσίων βουλὴ καὶ οἱ ἕνδεκα καὶ οἱ θεσμοθέται καὶ ὁ πολέμαρχος καὶ ὁ τοῦ ἐνιαυτοῦ ἄρχων—ὀνόματα ἄλλως ἐστὶν ὀλίγοις κομιδῇ γνώριμα τοῖς ἀναγινώσκειν ἐθέλουσι τὰ τοῖς πάλαι ξυγγεγραμμένα· παρὰ δὲ Λακεδαιμονίοις ξενηλασίαν οὐκ ἔστιν ἰδεῖν οὐδὲ τὴν τῶν εἱλώτων δουλείαν οὐδὲ τοὺς νεοδαμώδεις οὐδὲ τὴν ἐκ τῶν Λυκούργου νόμων τῆς παιδεραστίας ἄδειαν οὐδὲ τὰς ἐννόμους εἰς τοὺς γάμους παρανομίας.