Ancient Greek
9.23 to 9.24
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.23-24
Not analysed yet
Καὶ ἵνα Κόμοδον καταλίπω καὶ Μαξιμιανὸν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἄχρις Αὐρηλιανοῦ καὶ Κάρου καὶ Καρίνου βεβασιλευκότας, τίς ἀγνοεῖ τὴν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Μαξεντίου καὶ Μαξιμίνου καὶ Λικινίου κατὰ τῆς εὐσεβείας μανίαν; οὐ γὰρ καθ' ἕνα γε οὗτοι οὐδὲ κατὰ δύο ἢ τρεῖς τοὺς τῷ Χριστῷ πεπιστευκότας, ἀλλ' ἀγεληδὸν κατηκόντιζον καὶ κατὰ χιλίους καὶ μυρίους ἀνῄρουν. Ἐν δέ τισι πόλεσι καὶ τὰς ἐκκλησίας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων πεπληρωμένας ἐνέπρησαν· καὶ κατ' αὐτήν γε τὴν τοῦ σωτηρίου πάθους ἡμέραν, ἐν ᾗ καὶ τοῦ πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως τὴν μνήμην πανηγυρίζομεν, ἁπάσας τὰς ἐν τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσαν ἐκκλησίας.