Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.25
Not analysed yet
Ἀλλὰ τὰς μὲν τῶν λίθων ἁρμονίας διέλυσαν, τὴν δὲ τῶν ψυχῶν εὐσέβειαν οὐ κατέλυσαν. Ὁποῖα δὲ κατὰ Χριστιανῶν κἀν τῇ Ἰουλιανοῦ τετόλμηται βασιλείᾳ, ἴσασι μὲν οἱ γεγηρακότες, ἀκηκόαμεν δὲ καὶ ἡμεῖς διηγουμένων τῶν τὴν τραγῳδίαν ἐκείνην ἑωρακότων· ἀλλ' οὗτοι ἅπαντες, τοσοῦτοί γε ὄντες καὶ τοσαύτην ἰθύνοντες βασιλείαν καὶ τοσούτων βαρβάρων καταλύσαντες θράσος καὶ λαμπρῶς ἐν πολέμοις ἠριστευκότες, ἀποχειροβιώτων ἀνθρώπων καὶ ἀγροίκων καὶ πενίᾳ ξυζώντων καὶ γυναικῶν ἐκ ταλασιουργίας ποριζομένων τὸν βίον, μυρίαις χρησάμενοι μηχαναῖς, οὐκ ἐκράτησαν.