Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.32
Not analysed yet
Ἵνα δὲ τοῦτο ὑμῖν ἐκδηλότερον γένηται, τὰ παρὰ Περσῶν νῦν τολμώμενα καταμάθετε. Ποῖον γάρ τοι εἶδος σφαγῆς κατὰ τῶν εὐσεβούντων οὐκ ἐπινενόηται τούτοις; οὐκ ἐκδοραί, οὐκ ἐκτομαὶ χειρῶν καὶ ποδῶν, καὶ ὤτων καὶ ῥινῶν κολοβώσεις, καὶ δεσμοὶ πρὸς ὑπερβολὴν ὀδύνης ἐξευρημένοι, καὶ ὀρύγματα κεχριμένα μὲν εἰς ἀκρίβειαν, μυῶν δὲ τῶν μεγίστων ἀνάπλεα τοὺς δεδεμένους θοιναζομένων; ἀλλ' ὅμως τοσαύτας καὶ τούτων πολλαπλασίας κατὰ τῶν εὐσεβούντων τιμωρίας ἐξευρηκότες, αἰκίζονται μὲν καὶ κολοβοῦσι τὰ σώματα καὶ παντάπασι διαφθείρουσι, τὸν δέ γε τῆς πίστεως οὐ λῃστεύουσι θησαυρόν.