Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.31
Not analysed yet
Τί δήποτε δὲ μὴ τοὺς παλαιοὺς τῆς ἐκκλησίας ἐνθυμεῖσθε πολέμους; εὐπετῶς γὰρ μάλα ταύτην διαλύσετε δι' ἐκείνων τὴν δόξαν. Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος ὁ μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων.