Ancient Greek
9.34 to 9.37
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.34-37
Not analysed yet
καὶ τὴν μὲν Ῥωμαίων δυναστείαν οὐκ ἔδεισαν, τῇ δὲ τοῦ σταυρωθέντος ὑπετάγησαν βασιλείᾳ· καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, ὁ τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις. Καὶ Μασσαγέται δέ, τρισαθλίους ἡγούμενοι πάλαι τοὺς ἄλλως πως καὶ μὴ διὰ σφαγῆς τελευτῶντας καὶ τούτου εἵνεκα τοὺς γεγηρακότας θύειν καὶ θοινᾶσθαι ποιησάμενοι νόμον, ἐπειδὴ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν ἐπήκουσαν νόμων, ἐβδελύξαντο τὴν μυσαρὰν ταύτην ἐδωδὴν καὶ σφαγήν. Καὶ Τιβαρηνοὶ τοὺς πρεσβύτας κατὰ κρημνῶν βαθυτάτων εἰθικότες ὠθεῖν, τὸν παμπόνηρον τοῦτον κατέλυσαν νόμον, τῶν εὐαγγελικῶν ἐπακούσαντες νόμων. Οὐκέτι δ' οὔτε Ὑρκανοὶ οὔτε Κάσπιοι τοὺς κύνας τοῖς τῶν τεθνεώτων ἐκτρέφουσι σώμασιν, οὔτε Σκύθαι τοῖς τετελευτηκόσι ξυγκατορύττουσι ζῶντας, οὓς ἠγάπων ἐκεῖνοι. Τοσαύτην εἰργάσαντο μεταβολὴν τῶν ἐθνῶν τῶν ἁλιέων οἱ νόμοι. Καὶ οὗτοι μὲν καὶ τὰ βάρβαρα ἔθνη κατὰ τοὺς σφῶν ἔπεισαν πολιτεύεσθαι νόμους· Πλάτων δὲ τῶν φιλοσόφων ὁ ἄριστος, νόμους γεγραφώς, οὐδὲ Ἀθηναίους ἔπεισε τοὺς οἰκείους πολίτας κατὰ τὰς τούτων ὑποθήκας τὴν πολιτείαν ῥυθμίσαι. Καὶ μάλα γε εἰκότως· μάλα γάρ εἰσι καταγέλαστοι.