Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.38
Not analysed yet
Καὶ ἵνα μή τις ὑπολάβῃ με συκοφαντεῖν τὸν φιλόσοφον, ἀκούσατε, ὦ ἄνδρες, ὧν ἐκεῖνος νενομοθέτηκεν. Κελεύσας γὰρ καὶ τὰς γυναῖκας, οὐ μόνον τὰς νέας, ἀλλὰ καὶ τὰς γεγηρακυίας, γυμνάζεσθαι, εἶτα γελῶντας τοὺς προσδιαλεγομένους ἰδών, ὑπολαβὼν ἔφη· «Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, ἀτελῆ τοῦ γελοίου σοφίας δρεπόμενος καρπόν, οὐδὲ οἶδεν, ὡς ἔοικεν, ἐφ' ᾧ γελᾷ.»