Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.42
Not analysed yet
Τοιγαροῦν ὁ φιλόσοφος τὰς νυμφευομένας γυμνοῖ τῆς αἰδοῦς καὶ ἀναίδειαν ἐκδιδάσκει. Κἀν τῷ δεκάτῳ δὲ τῶν Νόμων τὰ παραπλήσια γέγραφεν· «Τῆς γὰρ τοιαύτης» φησί «σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας, κόρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντας καὶ θεωρουμένους, μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσας ἐοικυίας προφάσεις, γυμνούς τε καὶ γυμνάς, μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.»