Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.43
Not analysed yet
Ἐγὼ δὲ τὴν μὲν ἐντεῦθεν φυομένην λώβην ὁρῶ, κέρδος δὲ οὐδὲν ξὺν ταύτῃ φυόμενον. Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκολασίας. Τῶν γὰρ δὴ γυμνῶν σωμάτων ἡ θεωρία καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας εἰς ἔρωτας ἐκτόπους ἠρέθιζεν.