Ancient Greek
9.47 to 9.49
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.47-49
Not analysed yet
Τοῦτό τοι νενοηκὼς ὁ προσδιαλεγόμενος, τοῦ Σωκράτους εἰρηκότος· «Ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;» ἐπήγαγεν· «Οὐ γεωμετρικαῖς γε, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών.» Ἐγὼ δὲ τῶν νῦν τὰ Πλάτωνος ἑρμηνεύειν ἐθελόντων, μᾶλλον δὲ παρερμηνεύειν πειρωμένων, θαυμάζω τὴν ἀναίδειαν· φασὶ γὰρ αὐτὸν μὴ ξυνουσίαν νομοθετῆσαι κοινήν, ἀλλὰ φιλικὴν κοινωνίαν, καὶ οὐκ ἀκούουσι λέγοντος· «Καὶ οἰκήσεων καὶ ξυμποσίων καὶ γυμνασίων κοινωνοῦντες ἀλλήλοις, ὑπ' ἀνάγκης καὶ τῆς ἐμφύτου ἐπιθυμίας ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν.» Ἀλλ' ἴσως ἐρυθριῶντες ἐπὶ τοῖς καταγελάστοις τοῦ φιλοσόφου νόμοις, ξυγκαλύπτειν πειρῶνται τοῦ διδασκάλου τὴν ἁμαρτάδα· ἀλλ' ἔδει γε τῶν ἐκείνου λόγων ἀναμνησθῆναι, ὅτι φίλος μὲν ὁ ἀνὴρ, φίλη δὲ ἡ ἀλήθεια· ἀμφοῖν δὲ ὄντοιν φίλοιν, φίλτερον ἡ ἀλήθεια.