Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.46
Not analysed yet
Ὅτι μὲν οὖν ὁ φιλόσοφος κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσε, μακρῶν οὐ δεῖ λόγων εἰς ἔλεγχον. Αὐτὸς γὰρ δὴ διαρρήδην νενομοθέτηκε καὶ τῆς κοινῆς ξυνουσίας τὴν ἀνάγκην ἐπινενόηκεν. Κοινῇ γάρ, ἔφη, οἰκοῦντες καὶ κοινῇ ἑστιώμενοι καὶ γυμναζόμενοι, ὑπὸ τῆς ἐμφύτου ἐπιθυμίας πρὸς τὴν ἀλλήλων μῖξιν ὠθήσονται. Καὶ τοῦτο δὴ κοινοὺς τοὺς τικτομένους ἀποφαίνει, ἀδεῶς ἑκάστου ταῖς προστυχούσαις ὁμιλούντων καὶ οἰκεῖά γε νομιζόντων τὰ ὑπὸ τούτων τικτόμενα.