Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.54
Not analysed yet
Καὶ ταῦτα οὐ περὶ τῶν σωφρόνως, ἀλλὰ περὶ τῶν ἀκολάστως ἐρώντων ἔφη· καὶ ῥᾴδιον ἐκ τῶν ἐκείνου διαλόγων ταῦτα μαθεῖν. Τοιοῦτον δὲ νόμον οὔτε Νέρων ὁ Ῥωμαίων αἰσχρότατος βασιλεὺς οὔτε Σαρδανάπαλος ὁ Ἀσσύριος, ὁ ἐν ἡδοναῖς καὶ τρυφαῖς διαβόητος, οὔτε ἔγραψεν οὔτε ἐπῄνεσε πώποτε. Ἐγὼ γὰρ οἶμαι καὶ τοὺς λίαν ταῖς ἡδυπαθείαις δουλεύοντας οὐκ ἐπαινεῖν τὸ πάθος, ἀλλὰ δουλεύειν τῷ χρόνῳ, τὸ ἔθος ἕξιν ἐργασαμένους.