Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.55
Not analysed yet
Καὶ τί δεῖ λέγειν, ὅσα καὶ περὶ φόνων παρανόμως ἐνομοθέτησεν; Ἀθῷον μὲν γὰρ εἶναι κελεύει τὸν τὸν ἴδιον ἀναιροῦντα οἰκέτην, τὸν δὲ θυμῷ τὸν ἀλλότριον σφάττοντα τὴν τιμὴν μόνην ἐκτίνειν, τὸν δὲ θυμῷ τὸν ἐλεύθερον κτείναντα δύο μόνα φεύγειν ἔτη διαγορεύει, τὸν δὲ καὶ μετ' ἐπιβουλῆς ἀνελόντα τρία ἔτη προστάττει φεύγειν, τὸν δέ γε καὶ μετὰ τὴν φυγὴν τὰ αὐτὰ δεδρακότα ἀειφυγίᾳ ζημιοῖ μόνῃ. Παραπλήσια δὲ καὶ πατράσι παῖδας ἀνελοῦσι καὶ παισὶ πατέρας ἀπεκτονόσι καὶ ἀνδράσι γυναῖκας καὶ γυναιξὶν ἄνδρας νενομοθέτηκεν.