Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.57
Not analysed yet
Ἐγὼ δὲ λοιπόν, οὓς οἱ ἁλιεῖς καὶ οἱ τελῶναι καὶ ὁ σκυτοτόμος ἅπασιν ἀνθρώποις προσήνεγκαν, ἀναγνώσομαι νόμους. Ὑμεῖς δὲ τούτους κἀκείνους ἐκ παραλλήλου θέντες, τὰς θεοπρεπεῖς τούτων ἀκτῖνας θαυμάσατε. Ὁ μὲν οὖν φιλόσοφος καὶ τὴν ἀκόλαστον παιδεραστίαν ἐθαύμασε καὶ τὰ τρισόλβια ταύτης ἐπιδέδειχεν ἆθλα· ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος οὐ μόνον τὴν ἀκόλαστον πρᾶξιν, ἀλλὰ καὶ τὴν ὄψιν τὴν τοιαύτην κολάζει· «Ὁ ἐμβλέψας» γὰρ ἔφη «γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.»