Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.56
Not analysed yet
Ἀλλ' ὁ μὲν φιλόσοφος τοιούσδε νόμους ξυνέγραψε καὶ οὐδένα πέπεικεν ἀνθρώπων, οὐ πολίτην, οὐ ξένον, οὐκ ἀστόν, οὐ χωριτικόν, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ νέον, οὐ πρεσβύτην, οὐ λόγοις ἐντεθραμμένον, οὐ λόγων ἀμύητον, κατὰ τούσδε βιῶναι τοὺς νόμους.