Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.61
Not analysed yet
Καὶ περὶ ἐγκρατείας δὲ νόμους τιθείς, οὔτε τῇ γυναικὶ ξυγχωρεῖ τὴν τοῦ ἀνδρὸς ὁμιλίαν φυγεῖν, ἐκείνου τοῦτο μὴ στέργοντος, οὔτε τὸν ἄνδρα, μὴ ξυμφωνούσης τῆς γυναικός· «Ἡ γυνὴ» γάρ φησι «τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου.» Στέρεσθαι γὰρ ὑπολαμβάνει τῆς ἐξουσίας ὁ παρὰ γνώμην μετιὼν τὴν ἐγκράτειαν.