Ancient Greek
9.62 to 9.63
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.62-63
Not analysed yet
Εἶτα κατ' ὀλίγον ἐπὶ τὰ τέλεια ποδηγῶν ἐπήγαγεν· «Πρὸς καιρόν, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε.» Οὕτω δὲ μετρήσας τῇ φύσει τοὺς νόμους, λέγει καὶ τὴν αἰτίαν· «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ διδάσκων, ὡς παρ' ἡμῶν ἐκεῖνος λαμβάνει τὰς ἀφορμάς, ἐπήγαγεν· «Διὰ τὴν ἀκρασίαν ὑμῶν.» Καὶ περὶ ἀγαμίας δὲ οὐ νόμους, ἀλλὰ παραινέσεις εἰσενεγκών, ἔδειξε καὶ τῆς ἀγαμίας τὸ χρήσιμον· «Ὁ ἄγαμος» γὰρ ἔφη «μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί.» Ταὐτὰ δὲ καὶ περὶ γυναικῶν ἔφη, διδάσκων, ὡς ἡ παρθενία προξενεῖ βίον φροντίδων ἐλεύθερον.