Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.69
Not analysed yet
Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην —οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς· πόθεν γὰρ ἂν ταύτην εἶχον, οἵ γε καὶ τὸ μεριμνᾶν περὶ τῆς αὔριον νόμῳ κεκωλυμένοι; —οὐ μόνον τοῖς λεγομένοις ἐπίστευσαν, ἀλλὰ καὶ τῶν παρ' αὐτοῖς πολιτευομένων κατεφρόνησαν νόμων καὶ τῶν ἐθῶν τῶν πατρῴων ἐξέστησαν καὶ μετὰ κινδύνων καὶ αὐτοὶ τὸν λοιπὸν ἐβίωσαν χρόνον, ὁμοίως μὲν τοῖς διδασκάλοις κηρύττοντες, ὁμοίως δὲ παροινούμενοι καὶ προπηλακιζόμενοι καὶ διὰ τῶν ἴσων κλυδωνίων ὁδεύοντες.