Ancient Greek
9.67 to 9.68
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.67-68
Not analysed yet
Καὶ τοὺς μὲν πόνους καὶ κινδύνους ἐπέδειξε, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους μετὰ τοῦ βίου τὸ τέλος ἀποδώσειν ὑπέσχετο. Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησίν· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν ἐμὸν λόγον ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.» Καὶ πάλιν· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.» Οἱ μὲν δὴ νόμοι τοιοῦτοι· ἄξιον δὲ ἀληθῶς καὶ τοὺς θεσπεσίους ἄνδρας ἐκείνους θαυμάσαι καὶ τοὺς ἐκείνοις πεπιστευκότας. Τοιῶνδε γὰρ λόγων ἀκούοντες καὶ οὔτε πλοῦτον οὔτε δυναστείαν οὔτε σώματος ῥώμην παρὰ τοῦ κεκληκότος δεξάμενοι, ἀλλὰ μακραῖς καὶ ταύταις οὐ φαινομέναις ἐπαγγελίαις πεπιστευκότες, καὶ τοὺς πόνους ἠσπάσαντο καὶ τῶν κινδύνων ἠνέσχοντο καὶ τὴν οἰκουμένην περινοστήσαντες τοῖς ἔθνεσι προσήνεγκαν τὰ μαθήματα.