Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.72
Not analysed yet
ἡ Πολιὰς τοὺς ὑπὸ σφῶν τεθέντας ἐκράτυναν νόμους, εὐθὺς δέ γε Ῥωμαίων προστεταχότων ἐσβέσθησαν. Δειξάτω τις ὑμῶν, ὦ ἄνδρες, ἕνα γοῦν Σπαρτιάτην ὑπὲρ τῶν Λυκούργου νόμων ἀποθανεῖν ἀνασχόμενον, ἢ ἕνα Ἀθηναῖον ὑπὲρ τῶν Σόλωνος, ἢ ὑπὲρ τῶν Ζαλεύκου Λοκρόν, ἢ Κρῆτα ὑπὲρ τῶν Μίνωος· ἀλλ' οὐκ ἄν τις ὑμῶν τοῦτό γε δείξειεν· ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας· καὶ μάρτυρες οἱ τῶν μαρτύρων σηκοὶ παὶ πόλεις λαμπρύνοντες καὶ χώρας φαιδρύνοντες καὶ ξένοις ὁμοῦ καὶ ἐγχωρίοις τὴν ὠφέλειαν προσφέροντες.