Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.73
Not analysed yet
Ἐπειδὴ τοίνυν καὶ τῶν νόμων καὶ τῶν νομοθετῶν κατάδηλον ἐκ ξυγκρίσεως γεγένηται τὸ διάφορον, καὶ τὰ μὲν ὤφθη λογισμῶν ἀνθρωπίνων εὑρήματα, τὰ δὲ θεόσδοτα καὶ σωτήρια, δέξασθε, ὦ ἄνδρες, τὰ θεσπέσια δῶρα καὶ τὸν μεγαλόδωρον καὶ φιλόδωρον μὴ ἀτιμάσητε χορηγόν. Εἴσεσθε δὲ αὐτῶν τὸ θεοπρεπὲς ἀκριβέστερον, εἰ τούτοις ἐντύχητε τὴν πονηρὰν τῶν ψυχῶν ἐξελάσαντες πρόληψιν.