Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.9
Not analysed yet
Ζάλευκος δὲ Λοκροῖς τέθεικε νόμους, παρά γε τῆς Ἀθηνᾶς τὴν τούτων ἐπιστήμην δεξάμενος, ᾗ φασιν οἱ τοὺς μύθους διαπλάττειν φιλοῦντες· ἀλλ' οὔτε Ἀκαρνᾶνες οὔτε Φωκεῖς οὔτε μὴν οἱ ἄλλοι Λοκροὶ τῆς τούτου νομοθεσίας ἠνέσχοντο, καὶ ταῦτα οὐ μακρὰν οἰκοῦντες, ἀλλ' ἀστυγείτονες ὄντες.