Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.10
Not analysed yet
Τὸν δὲ Λυκοῦργον λέγουσιν οἱ σεμνολογεῖν τοὺς τοῦδε νόμους σπουδάζοντες εἰς Δελφοὺς μὲν ἀφικέσθαι παρὰ τὸν Πύθιον, ἐμπνευσθῆναι δὲ παρ' ἐκείνου καὶ θεῖναι Λακεδαιμονίοις τοὺς νόμους. Λέγουσι δὲ καὶ τὸν χρησμόν, ὃν τοῦδε πέρι ὁ Πύθιος ἔχρησεν· ἔστι δὲ οὗτος· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν; δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. Ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω.