Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.357
Not analysed yet
εἰσδέξασθαι· ἔπειτα προσγενέσθαι αὐτῇ καὶ ἐπιστροφῆς ἐπιθυμίαν. Ἐκ τῶνδε τῶν παθῶν τόνδε συστῆναι τὸν κόσμον φασίν· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν, καὶ τὰς ἁπάντων ψυχάς· ἐκ δὲ τῶν ἄλλων παθῶν τὰ λοιπά· ἐκ μὲν τῶν δακρύων αὐτῆς τὴν ὑγρὰν οὐσίαν, ἐκ δὲ τοῦ γέλωτος τὸ φῶς, ἐκ δὲ τῶν ἄλλων τὰ ἄλλα. Οὐκ ἄμοιρον γὰρ οἶμαι μέμψεως τὰ πάντα λέγειν ὅσα ἐκεῖνοι μυθολογοῦσιν. Δεηθῆναι δὲ αὐτήν φασι τοῦ ἤδη αὐτὴν ἠλεηκότος Χριστοῦ, ὥστε αὐτῇ τοῦ φωτὸς μεταδοῦναι· τὸν δὲ δέξασθαι μὲν τὴν ἱκετείαν, μὴ μετελθεῖν δὲ, ἀλλὰ πέμψαι τὸν Ἰησοῦν, ὥστε ἐν αὐτῷ κτισθῆναι καὶ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ θρόνους καὶ κυριότητας, καὶ θεότητας, ὡς αὐτοὶ λέγουσιν. Ἀφίκετο οὖν σὺν τοῖς προβληθεῖσιν ἀγγέλοις, καὶ τῶν ἐπιγενομένων αὐτὴν ἐχώρισε παθημάτων, καὶ χωρίσας ταῦτα συνέπηξεν. Αὕτη δὲ χωρισθεῖσα τῶν παθημάτων, ἐπιθυμίαν τῶν ἀγγέλων ἐδέξατο, καὶ τέτοκε πνευματικὸν κύημα τοῖς ἀγγέλοις προσόμοιον, καὶ τοῦτο ἀνέδραμεν ἄνω. Ἐκ δὲ τῆς ἐπιστροφῆς τὴν ψυχικὴν οὐσίαν λέγουσι γενέσθαι, καὶ ἐκ ταύτης μορφωθῆναι τὸν Θεὸν, καὶ Πατέρα, καὶ Βασιλέα τῶν τὴν αὐτὴν αὐτῷ φύσιν ἐχουσῶν ψυχῶν, ἃ δεξιὰ καλοῦσι, καὶ τῶν τῆς ὕλης, ἅπερ ἀριστερὰ ὀνομάζουσι. Πάντα γὰρ αὐτὸν τὰ ὁρώμενα ἰδιοποιῆσαί φασι. Καλοῦσι δὲ αὐτὸν καὶ Μητροπάτορα, καὶ Πατέρα, καὶ Δημιουργόν. Καὶ τί δεῖ πάντα καταλέγειν τῆς μυθοποιίας τὸν λῆρον; τοῖς γὰρ δὴ εἰρημένοις ὅλον τὸ πλάσμα προσέοικε. Τὸν ἐπιφανέντα Σωτῆρα λαβεῖν φησιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ τὸν ψυχικὸν ἐνδεδύσθαι Χριστὸν, ἀπὸ δὲ τῆς Οἰκονομίας περιθέσθαι σῶμα ψυχικὴν ἔχον οὐσίαν, ἀῤῥήτῳ δὲ σοφίᾳ πεποιημένον πρὸς τὸ ἁπτὸν καὶ ὁρατὸν γενέσθαι καὶ παθητόν. Ὑλικὸν δὲ οὐδ' ὁτιοῦν ἀνειληφέναι αὐτὸν λέγουσιν· οὐδὲν γὰρ τῶν ἐκ τῆς ὕλης ἐπιδέχεται σωτηρίαν. Φασὶ δὲ αὐτοὺς μὲν ἀπὸ μόνης τῆς γνώσεως σώζεσθαι· ἡμᾶς δὲ ἀπὸ πίστεως καὶ πράξεως ἀγαθῆς· αὐτοὺς δὲ μὴ χρῄζειν ἔργων, ἀρκούσης εἰς σωτηρίαν τῆς γνώσεως. Οὗ δὴ χάριν, οἱ τελειότατοι παρ' αὐτοῖς πᾶν ὁτιοῦν τοῖς θείοις νόμοις ἀπηγορευμένον πράττουσιν ἀδεῶς. Καὶ γὰρ Ἑλληνικὰς ἑορτὰς ἐπετέλουν, καὶ εἰδωλοθύτων μετελάμβανον, καὶ ταῖς φιληδονίαις δουλεύουσι, καὶ πᾶν ὁτιοῦν πονηρὸν ἀδιακρίτως τολμῶσιν. Ηʹ. —Περὶ Σεκούνδου καὶ ἄλλων. Ὁ δὲ Σεκοῦνδος, τὸν Βαλεντῖνον διαδεξάμενος, διχῆ τὴν Ὀγδοάδα διεῖλε, καὶ τὸ μὲν αὐτῆς ἐκάλεσε Δεξιὸν, τὸ δὲ Εὐώνυμον· καὶ προστέθεικε Φῶς καὶ Σκότος. Καὶ ἄλλοι δὲ μυρίοι ἐντεῦθεν ἀνεφύησαν αἱρέσεως ἀρχηγοὶ, Κοσσιανὸς, Θεόδοτος, Ἡρακλέων, Πτολεμαῖος, Μάρκος, διάφορα προσεπινοήσαντες δόγματα.