Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.356
Not analysed yet
Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία. Τούτους φασὶ τοὺς λʹ Αἰῶνας τοῖς μὲν ἄλλοις ἅπασιν ἀδήλους εἶναι, αὐτοῖς δὲ μόνοις γνωρίμους. Εἶτα πλεῖστα μυθολογήσας, ὥστε δεῖξαι τίμιον τὸν ὀκτὼ, καὶ τὸν δέκα, καὶ τὸν δυοκαίδεκα, καὶ τὸν τριάκοντα ἀριθμὸν, φησὶ τὸν Βυθὸν ἀνέφικτον εἶναι πᾶσι τοῖς ἐξ αὐτοῦ· φύντα καὶ ἰδεῖν αὐτὸν, καὶ τοῖς ἄλλοις δηλῶσαι, κατέσχεν ἡ Σιγὴ, καὶ τὴν ἐπιχείρησιν διεκώλυσεν. Ὁ δὲ τελευταῖος Αἰὼν, ὃν Σοφίαν καλοῦσι, τὸν αὐτὸν εἰσδεξάμενος πόθον, ἐπιτυχεῖν δὲ τοῦ ποθουμένου μὴ δυνηθεὶς, ἔτεκε, φησὶν, οὐσίαν ἄμορφον. Ἀλγήσασα δὲ ἐπὶ τῷ τοιούτῳ τόκῳ προσῆλθε τῷ Προπάτορι, καὶ τὸ πάθος ἐξήγγειλε· συνικέτευσαν δὲ αὐτῇ καὶ οἱ λοιποὶ Αἰῶνες, καὶ αὐτὴ μέν τινος συγγνώμης τετύχηκε. Τὸ δὲ ἄμορφον κύημα τὴν Ὕλην εἶναί φασιν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύπης, καὶ τοῦ φόβου, καὶ τῆς ἐπιπλήξεως φυεῖσαν. Προμηθούμενος δὲ ὁ Βυθὸς τὸ μὴ καὶ ἄλλον Αἰῶνα τῷ παραπλησίῳ πάθει περιπεσεῖν, τὸν Ὅρον προβάλλεται οὐ μετὰ συζύγου θηλείας· τῶν γὰρ ἄλλων Αἰώνων ἕκαστος τῷ θήλει συνέζευκται. Τοῦτον δὲ τὸν Ὅρον καὶ Σταυρὸν ὀνομάζουσι, καὶ ἕτερα δὲ μυθολογοῦσιν ὀνόματα. Διὰ τοῦτόν φησι καὶ τὴν Σοφίαν καθαρθεῖσαν ἀπαλλαγῆναι τοῦ πάθους. Τὴν δὲ Ἐνθύμησιν ἐκείνην, ἣν καὶ Πάθος, καὶ ἄμορφον κύημα, καὶ Ὕλην ὠνόμασαν, πόῤῥω ταύτης ὁ Ὅρος ἀπέῤῥιψε. Μετὰ ταῦτά φησι τὸν Μονογενῆ γνώμῃ τοῦ Πατρὸς προβαλέσθαι εἰς ἀσφάλειαν καὶ σύστασιν τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον· τὸν γὰρ Χριστὸν διδάξαι λέγουσι τοὺς Αἰῶνας, ὅτι ἀκατάληπτος ὁ Πατήρ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὴν κρείττονα ἰσότητα τοῖς Αἰῶσι κατ' αὐτοὺς ἐδωρήσατο. Τούτων δὲ οἱ Αἰῶνες τετυχηκότες, ὕμνησαν μὲν τὸν Προπάτορα, κοινῇ δὲ τὰ κάλλιστα ὧν εἶχεν ἕκαστος συνεισενεγκάμενοι, προβάλλονται διὰ τούτων τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορεύουσι, καὶ Χριστὸν Λόγον. Σὺν αὐτῷ δὲ καὶ ἄλλους ἀγγέλους προὐβάλοντο, ὥστ' εἶναι δορυφόρους αὐτοῦ. Ταῦτα πάντα ἐντὸς Πληρώματος ὀνομάζουσιν. Ἐκτὸς δὲ Πληρώματος τὰ λεγόμενά ἐστι ταῦτα· Τὴν Ἐνθύμησιν τῆς Σοφίας ἐκείνης, ἣν καὶ ἄμορφον κύημα προσηγόρευσαν, καλοῦσιν Ἀχαμώθ· ἔξω δὲ τοῦ Πληρώματος γενομένην, ἐν σκιᾷ τινι καὶ κενώματι διάγειν· οἶκτον δὲ λαβόντα τὸν λεγόμενον Χριστὸν, ἀπεκτανθῆναι διὰ τοῦ Ὅρου καὶ Σταυροῦ καλουμένου, καὶ τὴν κατ' οὐσίαν αὐτῇ δοῦναι μορφήν· γνώσεως δὲ καταλιπεῖν ἔρημον, καὶ μετὰ ταῦτα εἰς ἑαυτὸν συστεῖλαι τὴν δύναμιν· αἴσθησιν δὲ λαβοῦσαν ἐκείνην τοῦ καταλαβόντος αὐτὴν φωτὸς, δραμεῖν μὲν εἰς ἐπιζήτησιν τούτου, ὑπὸ δὲ τοῦ Ὅρου κωλυθῆναι προβῆναι, εἰρηκότος Ἰαώ· ἐντεῦθεν γάρ φασι καὶ τοῦτο γενέσθαι τὸ ὄνομα· εἶτα ἀλγήσασαν ὡς προβῆναι κωλυθεῖσαν, λύπην καὶ φόβον καὶ ἀπορίαν