Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.361
Not analysed yet
ζουσι προφητῶν. Ἓν δὲ τούτων Συμφωνίαν ἐκάλεσαν, ἐν ᾧ ἑπτὰ συνέγραψαν οὐρανοὺς, ἕκαστον δὲ αὐτῶν ἕνα ἄρχοντα ἔχειν, μητέρα δέ τινα Φωτεινὴν ἀνωτάτην εἶναι. Ἀναθεματίζουσι δὲ τὸ λουτρὸν, καὶ τὴν τῶν μυστηρίων μετάληψιν, ὡς εἰς ὄνομα Σαβαὼθ γινομένην· τοῦτον γὰρ ἐν τῷ ἑβδόμῳ λέγουσιν οὐρανῷ τυραννεῖν. Τῶν δὲ ἀρχόντων τροφὴν εἶναί φασι τὰς ψυχὰς, καὶ ἄνευ ταύτης μὴ οἷόν τε αὐτοὺς ζῇν. Τὸν δὲ διάβολον υἱὸν εἶναι τοῦ Σαβαώθ· εἶναι δὲ τὸν Σαβαὼθ τῶν Ἰουδαίων Θεόν· πονηρὸν δὲ ὄντα τὸν υἱὸν, μὴ τιμᾷν αὐτὸν, ἀλλ' εἰς πάντα ἐναντιοῦσθαι. Τὸν δὲ Κάϊν, καὶ τὸν Ἀβὲλ, τοῦ διαβόλου παῖδάς φασι. Καὶ ἄλλα δέ τινα μυθολογοῦσι πάσης ἀσεβείας μεστά. Ἕτεροι δέ τινες, μετὰ τὴν ἀποβίωσιν, ἔλαιον καὶ ὕδωρ ταῖς τῶν τελευτώντων ἐμβάλλουσι κεφαλαῖς. Οὕτω γάρ φασιν αὐτοὺς καὶ ἀοράτους ἔσεσθαι, καὶ κρείττους τῶν μεταξὺ ἀρχῶν τε καὶ ἐξουσιῶν. Διδάσκουσι δὲ αὐτοὺς καὶ ἐπιλέγειν μῦθόν τινα, ὃν ἐντιθεὶς τῷ συγγράμματι, κοινωνεῖν τῆς φλυαρίας ὑπέλαβον. ΙΒʹ. —Περὶ Κολορβασίων. Οἱ δὲ Κολορβάσιοι ἐκ τοῦ καλουμένου παρ' αὐτοῖς Προπάτορος λέγουσι τὴν πρώτην Ὀγδοάδα γενέσθαι· τὸν δὲ Σωτῆρα, οἱ μὲν ἐκ τῶν τριάκοντα Αἰώνων προβληθῆναί φασι, διὸ καὶ Εὐδόκητον καλεῖσθαι, ὅτι πᾶν τὸ Πλήρωμα δι' αὐτοῦ εὐδόκησε δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, ἄλλοι δὲ ὑπὸ Χριστοῦ καὶ τοῦ Πνεύματος, εἰς στήριγμα τοῦ Πληρώματος γεγονέναι, καὶ τῇ τοῦ Πατρὸς αὐτὸν προσηγορίᾳ καλεῖσθαι Χριστόν. Καὶ ἄλλα δὲ τερατολογοῦσι πάμπολλα. ΙΓʹ. —Περὶ Βαρβηλιωτῶν ἤγουν Βορβοριανῶν. Ἐκ τῶν Βαλεντίνου σπερμάτων τὸ τῶν Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν, ἢ Ναασινῶν, ἢ Στρατιωτικῶν, ἢ Φημιονιτῶν καλουμένων, ἐβλάστησε μύσος. Ὑπέθεντο γὰρ Αἰῶνά τινα ἀνώλεθρον ἐν παρθενικῷ διάγοντα πνεύματι, ὃ Βαρβηλὼθ ὀνομάζουσι· τὴν δὲ Βαρβηλὼθ αἰτῆσαι Πρόγνωσιν παρ' αὐτοῦ. Προελθούσης δὲ ταύτης, εἶτ' αὖθις αἰτησάσης, προελήλυθεν Ἀφθαρσία, ἔπειτα αἰωνία Ζωή. Εὐφρανθεῖσαν δὲ τὴν Βαρβηλὼθ, ἐγκύμονα γενέσθαι, καὶ ἀποτεκεῖν τὸ Φῶς. Τοῦτό φασι, τῇ τοῦ Πνεύματος χρισθὲν τελειό-